Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 15 Σεπτεμβρίου 2009

ΝΕΚΡΩΣΑΣ, ΤΟ ΤΗΣ ΣΑΡΚΟΣ ΜΟΥ ΦΡΟΝΗΜΑ, ΤΟΝ ΝΟΥΝ ΚΑΤΑΥΓΑΣΟΝ...

Νεκρώσας, τὸ τῆς σαρκός μου φρόνημα, τὸν νοῦν καταύγασον, φωτιστικῇ λαμπρότητι τὴν σήν, ἀνυμνῆσαι πανήγυριν, ὡς νικητὴς πανάριστος, καθικετεύων ὦ Νικῆτα Χριστόν.

Ἰὸν τὸν ἐκ τῶν παθῶν γενόμενον, ἀποτιθέμενος, τοὺς αἰκισμοὺς ὑπέμεινας στερρῶς, καὶ χιτῶνα τὸν ἔντιμον, μαρτυρικῶς ἐνδέδυσαι, ἐκ σῶν αἱμάτων ὑφαινόμενον.

Καινήν τε, καὶ θαυμασίαν ἔδειξας, ὁδὸν ἀθλήσεως, ὑπὲρ ἡμῶν τῷ ξύλῳ προσπαγείς∙ ἀπαρχὴ γὰρ γεγένησαι, τῆς τῶν Μαρτύρων Δέσποτα, ὁμολογίας καὶ στερρότητος.