Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 15 Σεπτεμβρίου 2009

ΦΩΣΤΗΡΑ ΤΩΝ ΜΑΡΤΥΡΩΝ ΣΕ ΕΓΝΩΜΕΝ....ΣΩΣΑΙ ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...

Φωστῆρα τῶν Μαρτύρων σε ἔγνωμεν, Νικῆτα τοῦ Χριστοῦ ἀθλητά∙ σὺ γὰρ τοῦ ἐπὶ γῆς ἀξιώματος, τὴν δόξαν καταλείψας, καὶ πατρικὴν ἀθεΐαν βδελυξάμενος, τοὺς θεούς αὐτῶν συνέτριψας, καὶ νικητικῶς τοὺς βαρβάρους κατῄσχυνας, ὑπὲρ Χριστοῦ τὸ μαρτύριον τῆς ὁμολογίας ἐκπληρώσας∙ καὶ στρατιώτης τοῦ ἐπουρανίου Θεοῦ γέγονας, ὑπὲρ ἡμῶν δυσωπῶν τὸν εὐεργέτην τοῦ παντός, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.