Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Πέμπτη 17 Σεπτεμβρίου 2009

ΤΗΣ ΥΠΕΡΚΟΣΜΙΟΥ ΣΟΥ ΧΡΙΣΤΕ....

Τῆς ὑπερκοσμίου σου Χριστέ, καὶ τῆς ἀφράστου σοφίας τὴν ἔλλαμψιν, δώρησαί μοὶ Δέσποτα, τὰς εὐπρεπεῖς καὶ εὐκλεεῖς σου Μάρτυρας, ὅπως ἀνυμνήσω, τὰ τῆς Σοφίας βλαστήματα.



Ἡ προσηγορία σου σαφῶς, τὴ πολιτεία θεόφρον κεκόσμηται, πᾶσαν διήνυσας, σοῦ τὴν ζωήν, τῶ τῆς σοφίας ἔρωτι, ἔνδοξε Σοφία, σοφίας λάμψασα χάρισι.



Σοῦ ὁ παμμακάριστος καρπός, τῆς ὑπερθέου σοφίας τρισσότητι, ἐγκαλλωπιζόμενος, ἀθλητικῶς ὑπὲρ ἐκείνης ἔλαμψε, πάνσοφε Σοφία, σοφίας θείας ἐπώνημε.



Σῶμα καὶ ψυχὴν δι' ἀρετῆς, ἐκκαθαρθεῖσαι παρθένοι νεανιδες, τρεῖς σοὶ προσηνέχθησαν, μαρτυρικῶς τῶ νοητῶ νυμφίω, Χριστέ, Πίστις σὺν Ἐλπίδι, καὶ ἡ Ἀγάπη ἡ ἔνδοξος.