Αἱ παρθένοι αἱ θεοφεγγεῖς, Πίστις, Ἐλπίς, Ἀγάπη, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγουσαι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Λαμπομένας καὶ φωτοειδεῖς, διὰ τοῦ μαρτυρίου, προδήλως γεγενημένας, τὰς παρθένους οἱ πιστοί, ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἰαμάτων ῥεῖθρον δαψιλῶς, ἀφθόνως καὶ πλουσίως, αἱ θῆκαι τῶν Ἀθληφόρων, ἀναβρύουσιν ἀεί, τοῖς πίστει κραυγάζουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.