Ῥαπίσματα ὑπήνεγκας, καὶ σταύρωσιν μακρόθυμε, καὶ ὀνείδη, θέλων πάντας ἐκ χειρός, λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πανοικτίρμων καὶ φιλάνθρωπος.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῶ ὑποποδίω τῶν ποδῶν αὐτοῦ.
Τιμῶ σου τὸν Σταυρὸν ἀγαθέ, τοὺς ἤλους καὶ τὴν λόγχην Σωτήρ, δι' ὧν πάντας, ἐλυτρώσω τῆς φθορᾶς, ὡς μόνος ζωοδότης, καὶ πάντων εὐεργέτης, μόνε φιλάνθρωπε Σωτὴρ ἡμῶν.
Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάστο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Σταυρῶ προσηλωθεὶς δι' ἐμέ, Σωτήρ μου ὑπεράγαθε, ἐρραπίσθης, καὶ ὑβρίσθης λυτρωτά, καὶ ὄξος ἐποτίσθης, καὶ λόγχη ἐκεντήθης, καὶ πάντα φέρεις ἀναμάρτητε.
Πᾶσα γλῶσσα κινείσθω πρὸς εὐφημίαν, τῆς πανενδόξου Εὐφημίας, ἄπαν γένος, καὶ ἡλικία πᾶσα, νεανίσκοι καὶ παρθένοι, τὴν Χριστοῦ παρθενομάρτυρα, ἐγκωμίοις στεφανώσωμεν, νομίμως γὰρ ἀνδρισαμένη, καὶ τὸ χαῦνον τοῦ θήλεος ἀπορρίψασα, δι' ἀθλητικῶν πόνων, τὸν τύραννον ἐχθρὸν καταβέβληκεν, οὐρανίω δὲ καὶ θείω σθένει κοσμηθεῖσα, αἰτεῖται τὸν νυμφίον καὶ Θεόν, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ὃν πὲρ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ τὸν Ἀμαλὴκ καταβαλῶν ἐτροπώσατο, καὶ Δαυϊδ ὁ μελωδός, ὑποπόδιόν σοὶ βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρον σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες, χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα, Κύριε, σὺν τῶ Ληστή, τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.