Παρθενίας ἐν κάλλεσι, καὶ Μαρτύρων ἐν αἵμασι, τὴν ψυχὴν λαμπρύνασα, Μάρτυς ἔνδοξε, κατηγγυήθης τῶ κτίσαντι, τηρούντί σε ἄφθορον, εἰς αἰῶνας ἀληθῶς, περὶ τοῦτον χορεύουσα, σὺν στρατεύμασιν, Ἀρχαγγέλων, Ἀγγέλων, Ἀποστόλων, Προφητῶν τε καὶ Μαρτύρων, χοροστασίαις πανεύφημε.
Καὶ τροχοὶς ὁμιλήσασα, καὶ θηρσὶ προσπαλαίσασα, καὶ πυρὶ καὶ ὕδατι στομωθείσά σου, τὸν λογισμόνθείω Πνεύματι, τοῦ σκότους τὸν ἄρχοντα, ταὶς τοῦ αἵματος ῥοαίς, ἀνδρικῶς ἐναπέπνιξας, καὶ ἀνέδραμες, νοητοὺς πρὸς θαλάμους ὥσπερ προῖκα, τῶ νυμφίω σου Παρθένε, προσαγαγοῦσα τὴν ἄθλησιν.
Καὶ θανοῦσα ἀείζωον, τῶν αἱμάτων τὴν πρόσχυσιν, εἰς Κυρίου αἴνεσιν Μάρτυς ἔβλυσας, τοὺς μὲν πιστοὺς καταρδεύουσα, καὶ γνώσει φωτίζουσα, τοὺς ἀπίστους δὲ ἐχθρούς, ἐν αὐτοῖς ἀποπνίγουσᾳ, ὅθεν τόμος σοί, ἐμπιστεύεται θεῖος, ὃν φυλάττεις, καὶ κρατύνεις εἰς αἰῶνας, τῆς Ἐκκλησίας τὰ δόγματα.