Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 14 Αυγούστου 2009

ΓΗ ΚΑΙ ΤΑ ΟΥΡΑΝΙΑ, ΤΗ ΜΕΤΑΣΤΑΣΕΙ ΣΟΥ ΧΑΙΡΟΥΣΙ, ΜΗΤΗΡ ΘΕΟΥ, ΔΙΑ ΣΟΥ ΤΥΧΟΝΤΑ, ΠΑΡΑΔΟΞΟΥ ΕΝΩΣΕΩΣ...

Γῆ καὶ τὰ οὐράνια, τὴ Μεταστάσει σου χαίρουσι, Μήτηρ Θεοῦ, διὰ σοῦ τυχόντα, παραδόξου ἑνώσεως.

Ἔχαιρον οὐράνιοι, ὑποδεχόμενοι Ἄγγελοι, σὲ ἀπὸ γής, ἀναφερομένην, Θεοτόκε Πανύμνητε.

Γέγονε παράδοξος, ὥσπερ ἡ κύησις Ἄχραντε, σοῦ ἀληθῶς, οὕτω καὶ ἡ θεία, καὶ σεπτή σου Μετάστασις.

Ἤρθης πρὸς σκηνώματα, τὰ ἐπουράνια πάναγνε, οὖσα Θεοῦ, ἄχραντε Παρθένε, καθαρώτατον τέμενος.