Ἄσωμεν τῶ Κυρίω, τῶ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν Ἐρυθρᾷ θαλάσση, ὠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
Ἄσωμεν τῶ Κυρίω, τῶ ἐν χώρα ζώντων μεταστήσαντι, τὴν αὐτοῦ κατὰ σάρκα, Παναγίαν Μητέρα τὴν ἄχραντον.
Ἴνα τὸ κάλλος βλέπης, καὶ καταπολαύης ὡραιότητος, τοῦ Υἱοῦ σου Παρθένε, πρὸς αὐτὸν μεταστάσα ἀνέδραμες.
Νέκρωσιν πῶς ὑπέστης, ἡ τὸν νέκρω τὴν Ἄδου κυήσασα, καὶ νεκροῖς τοὶς ἀνθρώποις, διὰ σοῦ τὴν ζωὴν χαρισάμενον.
Ὤφθης καθαρωτέρα, πάντων τὸν καθαίροντα κυήσασα, ἁμαρτίας Παρθένε, διὰ τοῦτο σὲ πίστει δοξάζομεν.