Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 16 Αυγούστου 2009

ΑΡΡΗΤΩ ΚΑΙ ΘΕΙΑ ΧΕΙΡΟΥΡΓΙΑ ΚΑΘΑΙΡΩΝ ΤΑ ΠΑΘΗ ΤΩΝ ΒΡΟΤΩΝ, ΠΡΟΣ ΤΟΥ ΘΕΟΥ ΔΕΔΩΡΗΣΑΙ....

Ἀρρήτω καὶ θεία χειρουργία καθαίρων τὰ πάθη τῶν βροτῶν, πρὸς τοῦ Θεοῦ δεδώρησαι, πιστοὶς ἰατρὸς ἄριστος, καὶ πρεσβευτὴς θερμότατος, τῶν σὲ τιμώντων πανόλβιε.

Ὁδὸν μαρτυρίου σου δραμοῦμαι, καὶ σοῦ ἐκμιμήσομαι στερρῶς, τὸ πάθος τὸ ἑκούσιον, ὁ Μάρτυς ἀνεκραύγαζεν, ἐπὶ σφαγὴν ἑλκόμενος, πρὸς σὲ τὸν μόνον Θεὸν ἡμῶν.

Ὁ ἔνδοξος Μάρτυς Διομήδης, ἡμᾶς συγκαλέσας μυστικῶς, πρὸς εὐωχίαν σήμερον, προτίθεται τοὺς ἄθλους αὐτοῦ, ὡς καρυκείαν ἄϋλον, δεῦτε πιστοὶ ἀπολαύσατε.