Καταστολὴ τῶν ἀρετῶν, περιέδησας Σῶτερ, τὴν σεπτὴν Ἐκκλησίαν, κινήσας βασιλικήν, καρδίαν συνασπισμόν, ἐκζητῆσαι σοῦ τὸ ἀφομοίωμα.
Συλῆσαι θέλων τὰ καλά, καὶ χρόνω μειῶσαι, ὁ τοῦ φθόνου γεννήτωρ, χερσὶ βεβήλοις αὐτά, περέδωκεν ἀναιδῶς, ἀλλ' ἠλέγχθη, μάτην λογιζόμενος.
Φαιδρὼς ἠγάλλετο ποτέ, ὁ Δαυϊδ προχορεύων, Κιβωτοῦ τῆς ἁγίας, καὶ νὺν ὁ σκῆπτρα λαχών, ἰθύνειν βασιλικά, πλέον χαίρει, θείω ἐκτυπώματι.