Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 18 Αυγούστου 2009

ΛΙΘΟΙ ΤΕΛΕΙΟΤΑΤΟΙ, ΤΩ ΜΑΡΤΥΡΙΩ ΤΕΜΝΟΜΕΝΟΙ, ΚΑΙ ΠΟΙΝΑΙΣ ΛΑΞΕΥΟΜΕΝΟΙ, ΟΙ ΑΓΙΟΙ ΩΦΘΗΣΑΝ,,,, ΟΜΟΣΚΗΝΟΙ...

Λίθοι τελειότατοι, τῶ μαρτυρίω τεμνόμενοι, καὶ ποιναὶς λαξευόμενοι, οἱ Ἅγιοι ὤφθησαν, οἰκοδομηθέντες, εἰς ναὸν Κυρίου, καὶ τῶν εἰδώλων τοὺς βωμούς, καὶ τὰ τεμένη κατεδαφίσαντες, Αὐτοὺς οὖν μακαρίσωμεν, ὡς Παραδείσου οἰκήτορας, ὡς ναοῦ ἀναθήματα, οὐρανίου ὑπάρχοντας.

Χάριν ἀπαντλήσατε, καὶ φωτισμὸν ἀπαρύσασθε, εὐφροσύνην καὶ ἔλεος, λειψάνοις προσψαύοντες, ἱερῶν μαρτύρων, Φλώρου τε καὶ Λαύρου, ἐξ ὧν πηγάζει δαψιλῶς, τῶν ἰαμάτων θεία ἐνέργεια, καὶ τούτους μακαρίζοντες, ὡς τοῦ Κυρίου θεράποντας, ἐκτενῶς ἐκβοήσωμεν, ὁ Θεὸς ἡμῶν δόξα σοί.

Λάκκω συγκλειόμενοι, καὶ ὑπὸ γὴν καλυπτόμενοι, ἀπηνεία δικάζοντος, θείαις εἰσηγήσεσι, καὶ ἀποκαλύψει, Πνεύματος Ἁγίου, ἐφανερώθητε ἡμῖν, ὥσπερ ἀστέρες ἐναπαστράπτοντες, σημεῖα καὶ τεράστια, καὶ ἰαμάτων χαρίσματα, ἀθλοφόροι αὐτάδελφοι, τῶν Ἀγγέλων ὁμόσκηνοι.