Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 18 Αυγούστου 2009

ΙΔΟΥ ΔΗ ΑΝΕΒΟΑ ΠΑΛΑΙ ΔΑΥΙΔ, ΤΙ ΚΑΛΟΝ ΚΑΙ ΤΕΡΠΝΟΝ ΚΑΙ ΣΩΤΗΡΙΟΝ....

Ἰδοὺ δὴ ἀνεβόα πάλαι Δαυϊδ, Τὶ καλὸν καὶ τερπνὸν καὶ σωτήριον, ἀλλ' ἢ σαφῶς, θείους ἀδελφοὺς ἐπὶ τὸ αὐτό, τὸ κατοικεῖν ἐν πνεύματι, ἀγωνισαμένους περιφανῶς, καὶ νίκην ἀραμένους, κατὰ τοῦ διαβόλου, οὓς ἐπαξίως μακαρίσωμεν.

Ὡραῖοι ἀπεφάνθητε ὀφθαλμοί, τῆς σεπτῆς Ἐκκλησίας ἐν χάριτι, καὶ ὀφθαλμοὺς πάλαι πηρωθέντας σκότει δεινῶ, καὶ πρὸ θανάτου Ἅγιοι, καὶ μετὰ τὸ τέλος τὸ ἱερόν, ἠνοίξατε εἰς δόξαν, τοῦ πάντων εὐεργέτου, Φλῶρε καὶ Λαῦρε ἀξιάγαστοι.

Σημείοις ἐναργέσι καὶ φοβεροῖς, ὁ Χριστὸς τὴν ταφὴν ὑμῶν Ἅγιοι, καὶ τὴν σορόν, πάλαι ὡς προέφησε φανεροῖ, ἐν ἢ τᾷ καρτερώτατα, σώματα κατέκειντο ἱερῶς, ἀκτῖνας ἰαμάτων, ἐκπέμποντα πλουσίως, καὶ εὐωδίαν ἀξιέπαινον.

Ἡ θεία καὶ φωσφόρος ὄντως δυάς, Λαῦρε Φλῶρε καλλίνικοι μάρτυρες, ἐν οὐρανοῖς, πάντοτε Τριάδι τὴ παντουργῶ, παρεστηκότες λύτρωσιν, τῶν ἁμαρτημάτων καὶ τῶν δεινῶν, αἰτήσασθε τοὶς πίστει, ὑμῶν τὴν θείαν μνήμην, ἐπὶ τῆς γῆς πανηγυρίζουσι.