
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Σελίδες
▼
ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ
▼
Τετάρτη 1 Απριλίου 2009
...ΜΑΡΙΑ ΠΑΝΑΟΙΔΙΜΕ.....ΜΑΡΙΑ ΠΑΝΣΕΜΝΕ.....
Τὴν ἀμνάδα Χριστοῦ καὶ θυγατέρα ἄσμασιν εὐφημούμέν σε νύν, Μαρία παναοίδιμε, τὴν τῶν Αἰγυπτίων μὲν ἀναφανεῖσαν θρέμμα, τὴν πλάνην δὲ τούτων πᾶσαν φυγοῦσαν, καὶ καλῶς προσενεχθεῖσαν τὴ Ἐκκλησία βλάστημα τίμιον, δι' ἐγκρατείας καὶ δεήσεως, ἀσκήσασα ὑπὲρ μέτρον τῆς ἀνθρωπίνης φύσεως, διὸ καὶ ὑψώθης ἐν Χριστῷ διὰ βίου καὶ πράξεως, βασιλείας οὐρανοῦ φανεῖσα νύμφη, Μαρία πάνσεμνε.