Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 1 Απριλίου 2009

... ΕΞ ΙΕΡΟΥΣΑΛΗΜ ΚΑΤΕΒΗΝ....

Ἐξοστρακισθεὶς τῆς εὐθείας ὁδοῦ σου, ὑπὸ παθῶν ὁ δύστηνος κατεκρημνίσθην εἰς βάραθρον. Λευϊτης δὲ σὺν Ἱερεῖ ἀθροισθέντες, ἀπηξίωσαν, σὺ δὲ Χριστὲ μὲ ἠλέησας, καὶ τῶ ὅπλω τῶ τοῦ Σταυροῦ, τῆς ἁμαρτίας τὸ ἔγγραφον διαρρήξας, τὴ ἀπαθεῖα ἐλάμπρυνας, καὶ τῶ Πατρὶ σύνεδρόν με πεποίηκας, ὅθεν κραυγάζω. Ἀκατάληπτε Κύριε, δόξα σοί.
Ἐξ Ἱερουσαλὴμ κατέβην ἀπολισθήσας, τῶν ἐν αὐτῇ τοὶς ἔθνεσιν, γραφέντων ἐνταλμάτων σου, εἰς Ἱεριχῶ δὲ πορευόμενος, τὴ πρὸς μιμήσει Ὁρμή, τῶν ἐν αὐτῇ πάλαι διὰ κακίαν, ὑπὸ σοῦ πρὸς φόνον ἐκδοθέντων τῶ λαῶ σου, διὰ τῆς παρακοῆς, ψυχοφθόροις ἐνέτυχον πάθεσιν, ὡς λησταῖς, ὑφ' ὧν πληγέντα, καὶ παραβραχὺ θανατωθέντα, ὁ τοὶς ἤλοις καὶ τὴ λόγχη, τὸ σῶμα τραυματισθεὶς ἑκουσίως διὰ ἁμαρτίας ἀνθρώπων, καὶ τὴν κοινὴν τελέσας διὰ Σταυροῦ σωτηρίαν ἐν Ἱερουσαλήμ, ἴασαί με Κύριε, καὶ σώσόν με.