Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 31 Μαρτίου 2009

ΕΝ ΑΠΟΚΡΥΦΩ ΕΝΕΔΡΕΥΩΝ

Ἐν ἀποκρύφῳ ἐνεδρεύων, καθ' ἡμέραν ὁ παμπόνηρος, ἐπιζητεῖ μὲ συλλαβεῖν, καὶ κατάβρωμα ποιήσασθαι, αὐτοῦ μὲ τῆς κακίας, ῥύσαι Σωτήρ, ὁ σώσας τόν, Ἰωνὰν ἐκ τοῦ κήτους.
Διὰ νηστείας καθαιρόμενοι, ἀρετῶν ὄρει προσέλθωμεν, καὶ ἄκουσώμεθα τρανῶς, τὶ λαλήσει ἐν ἡμῖν ὁ Θεός, λαλήσει γὰρ εἰρήνην, καὶ φωτισμόν, καὶ ἴασιν ψυχικῶν συντριμμάτων.
Ἁμαρτημάτων ἀμαυρότητι, καθ' ἑκάστην ἐκτυφλούμενος, ἀδυνατῶ κατανοεῖν, τὰ θαυμάσιά σου Κύριε, διό μου τῆς καρδίας τοὺς ὀφθαλμούς, διάνοιξον Ἰησοῦ φωτοδότα.