Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 31 Μαρτίου 2009

ΥΓΡΑΝ ΔΙΟΔΕΥΣΑΣ ΩΣΕΙ ΞΗΡΑΝ ....

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγῶν, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῶ Λυτρωτὴ καὶ Θεῷ ἡμῶν ἄσωμεν.
Φωτί της Τριάδος καταυγασθείς, ἐκ βρέφους θεόφρον, Ἱεράρχα τῶ ζωηρῶ τῆς πίστεως γάλακτι ἐτράφης, ταὶς ἀρεταὶς καταυγαζόμενος.
Συνέσει καὶ χάριτι κοσμηθείς, νηστείαις καὶ πόνοις, ἐχαλίνωσας τῆς σαρκός, θεόφρον παμμάκαρ τὰς ὀρέξεις, καὶ τὴν ψυχὴν ἀρεταὶς κατεκόσμησας.
Ἀστράψας τῶ βίω τῶ φαεινῶ, ὡς ἥλιος πᾶσαν, Ἱεράρχα τὴν τοῦ Χριστοῦ, ἐφαίδρυνας Πάτερ Ἐκκλησίαν, ἐν ταῖς ἀκτίσι τῶν θαυμάτων σου.
Ἰδοὺ αἱ προρρήσεις τῶν προφητῶν, ἐπὶ σοὶ τὸ πέρας, ἀπειλήφασιν ἀληθῶς, Λόγον γὰρ ἀσπόρως συλλαβοῦσα, Θεογεννῆτορ ἁγνὴ ἀπεκήυσας.