Ὡς ὁ περιπεσὼν εἰς τοὺς ληστάς, καὶ τετραυματισμένος, οὕτω καγῶ περιέπεσον, ἐξ ἐμῶν ἁμαρτιῶν, καὶ τετραυματισμένη, ὑπάρχει μου ἡ ψυχή, πρὸς τῖνα καταφύγω, τοῦ θεραπευθῆναι, εἰ μὴ πρὸς σὲ τὸν ἰατρὸν ψυχῶν τε καὶ σωμάτων; Ἐπίχεε ἐπ ἐμὲ ὁ Θεός, τὸ μέγα σου ἔλεος.
Ἀποσφαλέντες ἐκ παραβάσεως τῆς πρώην, ἐν Παραδείσῳ τρυφῆς καὶ ἀπολαύσεως, κατήχθημεν εἰς ἀτιμωτάτην ζωήν, τῶν ἀρετῶν γὰρ τὴν πρέπουσαν ἐπαινετὴν διαγωγήν, ἐκδυθέντες τοὶς πταίσμασιν, ὡς λησταῖς περιεπέσομεν, ἡμιθανεῖς δὲ τυγχάνομεν, ἐξαμαρτήσαντες τῶν σωτηρίων σου διδαγμάτων. Ἀλλὰ σὲ ἱκετεύομεν, τὸν ἐκ Μαρίας ἐπιφανέντα, καὶ ἀπαθῶς πάθεσι, προσομιλήσαντα Δεσπότην. Κατάδησον ἡμῶν, τοὺς ἐκ τῆς ἁμαρτίας ἐπιγενομένους μώλωπας, καὶ τὸν ἀνείκαστόν σου οἶκτον ἐπίχεον ἡμῖν, τὴν σὴν θεραπευτικὴν ἐπιμέλειαν, ὡς φιλάνθρωπος.