Πάτερ θεόφρον Ὑπάτιε, ἐν ἐγκρατείᾳ καλῶς, ἐκτραφεὶς εἷς περίδοξον, ἀρετῶν ἐπηύξησαι, ὕψος ἀνατεινόμενος, πρὸς θεωρίαν μυστικωτάτην σαφῶς, Χριστοῦ τὸ κάλλος κατοπτριζόμενος, οὗ ταὶς ἑλλάμψεσι, νοῦν τε καὶ διάνοιαν, καταυγασθείς, πάσιν ἐναπήστραψας, τὰς τῶν θαυμάτων αὐγάς.
Πάτερ πατέρων Ὑπάτιε, Ὀρθοδοξίας φωτί, ἀπαστράψας κατηύγασας, διανοίας Ὅσιε, τῶν πιστῶς προστρεχόντων σοί, καὶ τὰς Ἀρείου κόρας ἠμαύρωσας, ἀποκηρύξας τῆς Ἐκκλησίας Χριστοῦ, ὅθεν φωστήρά σε, κεκτημένοι ἅπαντες, τὴν ἱεράν, μνήμην σου γεραίρομεν, καὶ μακαρίζομεν.
Πάτερ Ἱερὲ Ὑπάτιε, τὸν Βασιλέα Χριστόν, ὃν τρανῶς ἀνεκήρυξας, Πατρὶ ὁμοούσιον, ἔχων ἐν τῇ καρδία σου, τὰς τῶν θαυμάτων ἀκτῖνας ἔλαμψας, φωταγωγήσας πᾶσαν ὑφήλιον, δράκοντα ἔκτεινας, καὶ θερμῶν ἀνάβλυσιν, σαὶς προσευχαίς, ὑδάτων ἐξέβλυσας εἰς ἰατρείαν παθῶν.