Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 31 Μαρτίου 2009

ΤΟ ΠΥΡ ΟΥ ΣΒΕΣΘΗΣΕΤΑΙ....

Τὸ πὺρ οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ φησὶν οὐ τελευτᾷ. Φοβοῦ τὴν ἀπείλησιν, ὧ ψυχή μου, θεραπεύουσα Χριστόν, ἵνα εὔρης ἀπόλαυσιν, ἔνθα πάντων τῶν εὐφραινομένων, ἐστὶν ἡ κατοικία.
Τὴ καύσει πυρέττουσαν, τὴν ψυχήν μου τῶν ἐπιθυμιῶν, ἀνάστησον δέομαι, δι' ἁφῆς σου, ὡς τὴν τοῦ Πέτρου πενθεράν, ἵνα εὔρῃ δουλεύσαί σοί, εὐαρέστως ἀνθομολογοῦσα, εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Ἀϊδιον ἄναρχον, τὸν Πατέρα ὑμνήσωμεν πιστοί, Υἱὸν δὲ συνάναρχον, καὶ τὸ Πνεῦμα, συνεκλάμψαν ἐκ Πατρός, Ὁμοούσια πρόσωπα, μιᾶς ὄντα τῆς παντοδυνάμου, ἀρχῆς καὶ ἐξουσίας.