Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλώνι ποτέ, τὴ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Ἀπορρήτων θαυμάτων, αὐτουργὸς Ἱεράρχα παρὰ Χριστοῦ γεγονῶς, ἐφώτισας τὸν κόσμον, τὴ πράξει καὶ τῶ λόγῳ, ἐκδιδάξας βοᾶν εὐσεβῶς ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Ἀπογνώσεως βρόχους, ἐν βυθῷ ἀπιστίας ἀποπνιγόμενος, προσάπτων τοὶς πεσοῦσιν, εἰς πάθη ἀτιμίας, τὴν μετάνοιαν ἔσβεσεν, ἣν πὲρ ἀστράψας πιστοίς, κατέφλεξας Ναβᾶτον.