Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 21 Φεβρουαρίου 2025

«Στερέωμά μου Σωτὴρ ὑπάρχεις, καταφυγή μου καὶ δύναμις, σαλευθεῖσαν τὴν καρδίαν μου, στερέωσον εἰς τὸν φόβον σου, ὅτι οὐκ ἔστιν ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν». Οἰκτείρων πάντας τῇ συμπαθείᾳ, ἄλλος Ἀβραὰμ ἐχρημάτισας, δεξιούμενος τοὺς πάντοθεν, παραβάλλοντας ὦ Τιμόθεε, καὶ δι' αὐτῶν τὸν πάντων, θεραπεύων Θεόν. Νεκρώσας μέλη τὰ ἐπὶ γῆς σου, Πάτερ ὥς φησιν ὁ Ἀπόστολος, τῆς ζωῆς τῆς ἐπουρανίου, συμμέτοχος ἀναδέδειξαι, ἐν ᾗ τῶν τιμώντων σε, ἀεὶ μέμνησο. Ἄνατολή σου τῶν ἔργων Πάτερ, ἥλιος γεγένησαι ἄδυτος, ταῖς ἀκτῖσι τῶν ἀγώνων, τὰ πέρατα καταυγάζων ἀεί, καὶ τῶν δαιμόνων λύων τὴν σκοτόμαιναν.

 «Στερέωμά μου Σωτὴρ ὑπάρχεις, καταφυγή μου καὶ δύναμις, σαλευθεῖσαν τὴν καρδίαν μου, στερέωσον εἰς τὸν φόβον σου, ὅτι οὐκ ἔστιν ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν».

Οἰκτείρων πάντας τῇ συμπαθείᾳ, ἄλλος Ἀβραὰμ ἐχρημάτισας, δεξιούμενος τοὺς πάντοθεν, παραβάλλοντας ὦ Τιμόθεε, καὶ δι' αὐτῶν τὸν πάντων, θεραπεύων Θεόν.

Νεκρώσας μέλη τὰ ἐπὶ γῆς σου, Πάτερ ὥς φησιν ὁ Ἀπόστολος, τῆς ζωῆς τῆς ἐπουρανίου, συμμέτοχος ἀναδέδειξαι, ἐν ᾗ τῶν τιμώντων σε, ἀεὶ μέμνησο.

Ἄνατολή σου τῶν ἔργων Πάτερ, ἥλιος γεγένησαι ἄδυτος, ταῖς ἀκτῖσι τῶν ἀγώνων, τὰ πέρατα καταυγάζων ἀεί, καὶ τῶν δαιμόνων λύων τὴν σκοτόμαιναν.