Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 22 Ιανουαρίου 2025

«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα». Τὰς ἐπαναστάσεις τῶν παθῶν, καὶ τῆς ἀγνοίας τὸν ζόφον πρεσβείαις σου, Μάκαρ διασκέδασον, φωτιστικῇ τῆς ἀπαθείας χάριτι, ὅπως θεοφάντορ, νῦν ἐπαξίως ὑμνήσω σε. Ἰδὼν ὁ προγνώστης καὶ Θεός, σῆς διανοίας τὸ κάλλος Τιμόθεε, θείοις Ἀποστόλοις σε, συλλειτουργεῖν κατηξίωσεν ἔνδοξε, ὁ σοφῇ προνοίᾳ τῶν καθ’ ἡμᾶς προμηθούμενος. Μίαν ὑπερούσιον ἀρχήν, προνοουμένην τῶν ὅλων γινώσκομεν· Ἕλλην γὰρ ἀπόστολος, τῇ τοῦ Χριστοῦ λελαμπρυσμένος χάριτι, σὺν τῶ θείῳ Παύλῳ, συναριθμεῖται Τιμόθεος.