
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Σελίδες
▼
ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ
▼
Πέμπτη 21 Νοεμβρίου 2024
Χαίρει ὁ οὐρανὸς καὶ ἡ γῆ, τὸν οὐρανὸν τὸν νοητὸν πορευόμενον,
Χαίρει ὁ οὐρανὸς καὶ ἡ γῆ, τὸν οὐρανὸν τὸν νοητὸν πορευόμενον, ὁρῶντες εἰς θεῖον οἶκον, ἀνατραφῆναι σεπτῶς, τὴν Παρθένον μόνην καὶ ἀμώμητον, πρὸς ἣν ἐκπληττόμενος, Ζαχαρίας ἐβόησε, Πύλη Κυρίου, τοῦ Ναοῦ ὑπανοίγω σοι, πύλας χαίρουσα, ἐν αὐτῷ περιχόρευε· ἔγνων γὰρ καὶ πεπίστευκα, ὡς ἤδη ἡ λύτρωσις, ἐπιδημήσει προδήλως, τοῦ Ἰσραὴλ καὶ τεχθήσεται, ἐκ σοῦ Θεὸς Λόγος, ὁ δωρούμενος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.
Ἄννα ἡ θεία χάρις σαφῶς, χαριτωθεῖσαν τὴν ἁγνὴν Ἀειπάρθενον, προσάγει μετ' εὐφροσύνης, εἰς τὸν Ναὸν τοῦ Θεοῦ, προσκαλεσαμένη προπορεύεσθαι, αὐτῆς τὰς νεάνιδας λαμπαδηφόρους καὶ λέγουσα· Ἄπιθι τέκνον, τῷ δοτῆρι γενήθητι, καὶ ἀνάθημα, καὶ εὐῶδες θυμίαμα. Εἴσελθε εἰς τὰ ἄδυτα, καὶ γνῶθι μυστήρια, καὶ ἑτοιμάζου γενέσθαι, τοῦ Ἰησοῦ οἰκητήριον, τερπνὸν καὶ ὡραῖον, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.
Ἔνδον ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὁ θεοχώρητος ναὸς ἀνατίθεται, Παρθένος ἡ Παναγία, νεάνιδές τε αὐτῆς, νῦν λαμπαδηφόροι προπορεύονται. Σκιρτᾷ γεννητόρων, ἡ συζυγία ἡ ἄριστος, Ἰωακείμ τε, καὶ ἡ Ἄννα χορεύοντες, ὅτι ἔτεκον, τὴν τὸν Κτίστην κυήσασαν. Ἥτις περιχορεύουσα, εἰς θεῖα σκηνώματα, καὶ τρεφομένη Ἀγγέλου, διὰ χειρὸς ἡ πανάμωμος, Χριστοῦ ὤφθη Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.