
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Σελίδες
▼
ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ
▼
Πέμπτη 31 Οκτωβρίου 2024
Ταῖς θείαις λαμπρότησιν Ἀθλοφόρε, τοὺς τὴν φωσφόρον καὶ σεπτήν, τελοῦντάς σου πανήγυριν, φωτίζεσθαι ἱκέτευε, Ἐπίμαχε μακάριε. Χαίρων προσεχώρησας ταῖς βασάνοις, μὴ πτοηθεὶς τῶν διωκτῶν, τὰ θράση πανόλβιε, ἀλλ᾿ ἔρωτι τοῦ Κτίστου σου, εὐφραίνου ἀναιρούμενος. Ἔστης ἐπὶ βήματος Ἀθλοφόρε, τῇ πανοπλίᾳ τοῦ Σταυροῦ, φραττόμενος ὅλος, γενναίῳ φρονὴματι, μεγαλύνων τὸν Κύριον.
Ταῖς θείαις λαμπρότησιν Ἀθλοφόρε, τοὺς τὴν φωσφόρον καὶ σεπτήν, τελοῦντάς σου πανήγυριν, φωτίζεσθαι ἱκέτευε, Ἐπίμαχε μακάριε.
Χαίρων προσεχώρησας ταῖς βασάνοις, μὴ πτοηθεὶς τῶν διωκτῶν, τὰ θράση πανόλβιε, ἀλλ᾿ ἔρωτι τοῦ Κτίστου σου, εὐφραίνου ἀναιρούμενος.
Ἔστης ἐπὶ βήματος Ἀθλοφόρε, τῇ πανοπλίᾳ τοῦ Σταυροῦ, φραττόμενος ὅλος, γενναίῳ φρονὴματι, μεγαλύνων τὸν Κύριον.