Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 3 Μαρτίου 2023

Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ἄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον.

Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ἄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον. Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα, χαῖρε, καρποῦ ἀκηράτου κτῆμα, Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον, χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα. Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν, χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν. Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις, χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις. Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα, χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα. Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία, χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία. Χαῖρε, Νύμφη ἀνύμφευτε. Χαῖρε, Νύμφη ἀνύμφευτε. Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθῶν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη. Ἀλληλούϊα. Ἀλληλούϊα.