Ὑψώσας σου νοητῶς, τὸν τῆς ψυχῆς θεῖον ἔρωτα, πρὸς πῦρ τὸ τυραννικόν, θαρρῶν, ηὐτομόλησας, καὶ δρόσῳ τοῦ Πνεύματος, σὺν παισὶν ἐθάλφθης, Ἀθλοφόρε καρτερώτατε.
Ῥωσθεῖσα Μάρτυς σοφέ, καὶ Παῦλα ταῖς ὑποθήκαις σου, ἠνδρίσατο καρτερῶς κατὰ τοῦ ἀλάστορος, καὶ στέφανον ἤρατο τῆς δικαιοσύνης, ἐκ χειρὸς τοῦ ἀθλοθέτου Χριστοῦ.
Ὁρῶν σου τὸ ἀκλινές, ὡς ὄρος Σιὼν ἀσάλευτον, οὐκ ἤνεγκεν ὁ ἐχθρός, ἀλλ' ὅμως αἰσχύνεται, καὶ πρὸς γῆν πατούμενος, ὑπὸ σοῦ θεόφρον, ἐν τῷ σκάμματι συντρίβεται.