«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,
Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.
Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,
Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».
Φωνὴν προφητόφθεγκτον ἠγνοηκότες,
Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην.
Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων.
Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως.
Νεουργὲ τοῦ σύμπαντος, εὐλογητὸς εἶ.
Θέσπιν κατεβρόντησεν ὁ βλέπων ὄπα,
Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου
Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου,
Τοῦ Πνεύματός μου, συμβοήσουσι· Φύσις,
Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ.
Τριττὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν,
Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις,
Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας,
Ἀλλ' ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ,
Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ.