Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 5 Ιουνίου 2020

Ὁ τὰ πάντα ποιήσας νεύματι σῷ, τοὺς ἐν πίστει θανέντας Χριστιανούς

Ὁ τὰ πάντα ποιήσας νεύματι σῷ, τοὺς ἐν πίστει θανέντας Χριστιανούς, πατέρας προπάτορας, πάππους δὲ καὶ προπάππους τε, ἀδελφοὺς καὶ φίλους, πλουσίους καὶ πένητας, βασιλεῖς καὶ ἄρχοντας, ὁμοῦ καὶ μονάζοντας, ὅπου τῶν Δικαίων καὶ Ἁγίων σου πλήθη, ἁπάντων ἡ οἴκησις, δυσωποῦμεν ἀνάπαυσον, ὡς Θεὸς εὐδιάλλακτος, Δέσποτα Χριστὲ Βασιλεῦ, τῶν πταισμάτων ἄφεσιν παρέχων αὐτοῖς, ὧν ἐξήμαρτον πάντες οἱ δοῦλοί σου.