«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Ἐν εὐφροσύνῃ Ὅσιε, τῶν Ἁγίων τὰ τάγματα, τῆς καθαρωτάτης, σοῦ ψυχῆς προτρέχουσιν, εἰς τόπον ἀνέσεως, εἰς φωτεινὰ σκηνώματα, ἔνθα τῶν Ἁγίων, οἱ χοροὶ ποδηγοῦντες· μεθ' ὧν νῦν ἀναμέλπεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ξένα τὰ σὰ θαυμάσια· τοὺς γὰρ θῆρας ἡμέρωσας, προκατηρεμίσας, τῶν παθῶν τὰ κύματα, προλέγεις τὰ μέλλοντα, προφητικῷ χαρίσματι, στίφη τῶν δαιμόνων, φυγαδεύων ἐλαύνεις, εὐτόνοις ἀγρυπνίαις, προσευχαῖς καὶ νηστείαις, Σταυροῦ τε τῇ ἀμάχῳ, δυνάμει θεοφόρε.
Ὁ Μωϋσῇ τὸ πρότερον, ἀπὸ στύλου φθεγγόμενος, στῦλον ἀπὸ γῆς, εἰς οὐρανοὺς ὁλόφωτον, ἐκτείνας σοι ἔδειξεν, ἔνθα καὶ νῦν κατάκειται, τὸ καρτερικόν σου, καὶ πολύαθλον σῶμα· ᾧ πίστει παρεστῶτες, εὐσεβῶς μελῳδοῦμεν· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Χαρμονικῶς ἡ μνήμη σου, ἐκτελεῖται Πανεύφημε· τὴν χαροποιὸν γὰρ ἀρετὴν ἐνδέδυσαι, τὸ ὄντως ἱμάτιον, τοῦ σωτηρίου καὶ καθαρόν, καὶ φωτοειδῆ τῆς εὐφροσύνης χιτῶνα· ᾧ νῦν ὡραϊσμένως, μελῳδεῖς ἀνενδότως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.