Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 10 Νοεμβρίου 2013

ΑΙΜΑΤΩΝ ΚΡΟΥΝΟΙΣ

Αἱμάτων κρουνοῖς, ἀθεΐας τὴν πυρὰν ἐναποσβέσας, ὄμβροις θαυμάτων Ἀξιάγαστε, τοὺς ἐκτακέντας τοῖς πάθεσι, πάντοτε δροσίζεις βοῶντας, καὶ πιστῶς ἀναμέλποντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θαυμάτων βυθός, ἰαμάτων ποταμὸς κρήνη προχέουσα, πᾶσαν ὑγείαν πᾶσαν ἄφεσιν, τῶν λυπηρῶν ἀναδέδεικται, Μάρτυς ἀθλοφόρε Ὀρέστα, ἡ σωρὸς τῶν λειψάνων σου· ἣν προσκυνοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.

Λυθεὶς τῶν παθῶν, τῶν τοῦ σώματος σοφὲ διὰ βασάνων, ζῴῳ δεσμεῖσαι ἀπαγόμενος, καὶ ὠμοτάτως συρόμενος· ὅθεν τῆς σαρκὸς ἀπελύθης, καὶ Θεῷ καθαρώτερον, καὶ τελεώτερον σαυτόν, Μάρτυς συνέδησας.