«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Πατέρων τὸ καύχημα, καὶ Διδασκάλων τὸ σεμνολόγημα, φωστὴρ τῆς Ἐκκλησίας, τῆς εὐσεβείας στῦλος ἀκράδαντος, σὺ καθωράθης, κραυγάζων Γρηγόριε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀστράψας τοῖς θαύμασι, τὴν οἰκουμένην ἐφωταγώγησας· διὰ τοῦτο Θεόφρον, συναθροισθέντες σὲ μακαρίζομεν, οἱ τῶν σῶν λόγων, τρυφῶντες καὶ ψάλλοντες· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἰάματα Πάνσοφε, τοῖς ἀσθενοῦσι πᾶσιν ἐπήγασας· ἐξεχύθη γὰρ χάρις, δαψιλεστάτη σοῦ ἐν τοῖς χείλεσι, θαυματουργίας, δι' ἧς ἀνακράζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.