Εὗρες τὸ μακάριον τέλος, ὑπεξελθόντων τῶν ἐσόπτρων, καὶ τῆς ἀληθείας φανείσης, τῇ θεωρίᾳ τοῦ ἀκηράτου κάλλους, οὗπερ νῦν ἐμφορούμενος, ταῖς σαῖς πρεσβείαις ἡμῶν μέμνησο.
Λάρνακα κυκλοῦντες τὴν θείαν, τοῦ θεοφόρου Νικηφόρου. Δεῦτε χριστοφόροι προθύμως, ὡς νικηφόρον τοῦτον ὑμνήσωμεν, καὶ τὴν αὐτοῦ πανήγυριν, μέτ' εὐφροσύνης ἑορτάσωμεν.
Πᾶσαν ἀρετὴν ἐξασκήσας, ἐπὶ τῷ τέλει τῶν ἀγώνων, τῆς ὁμολογίας τῷ στέφει, Ἱερομάρτυς ὤφθης κοσμούμενος, ᾧ καθωραϊζόμενος τῷ σῷ Δεσπότη νῦν παρίστασαι.