Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 2 Ιουνίου 2013

ΑΛΗΘΕΙΑΣ ΕΔΡΑΙΩΜΑ, ΚΑΙ ΤΗΣ ΠΙΣΤΕΩΣ ΕΡΕΙΣΜΑ, ΚΑΙ ΔΟΓΜΑΤΩΝ ΠΡΟΒΟΛΟΝ

Ἀληθείας ἑδραίωμα, καὶ τῆς πίστεως ἔρεισμα, καὶ δογμάτων πρόβολον σὲ γινώσκομεν, τῆς εὐσεβείας συνήγορον, ἁγνείας τε σκήνωμα, καὶ δοχεῖον ἐκλεκτόν, εὐωδίας τοῦ Πνεύματος, καὶ παμμέγιστον, θησαυρὸν διδαγμάτων καὶ κρηπῖδα, τοῦ Χριστοῦ τῆς Ἐκκλησίας, Ἱεροφάντα θεόπνευστε.

Ἀποστόλων διάδοχον, Ἀθλοφόρων ὁμότροπον, Ἀσκητῶν ὁμόζηλον εὐφημοῦμέν σε, καὶ Διδασκάλων ἐκσφράγισμα, καὶ θεῖον ἐκτύπωμα, καὶ Χριστοῦ μυσταγωγόν, Ἱεράρχα μακάριε, καὶ θεόρρυτον, ποταμὸν ἰαμάτων τὰς ἀνόμους, καὶ βλασφήμους διανοίας, κατακαλύπτοντα πάνσοφε.

Τῆς σοφίας τὸ τάλαντον, πλεονάσας Πανόλβιε, τῆς χαρᾶς ἠξίωσαι τοῦ Κυρίου σου, πεποικιλμένος τῇ χάριτι, τῆς θείας ἐλλάμψεως, καὶ τῇ αἴγλῃ νοητῶς, ἀποστίλβων τοῦ Πνεύματος, νῦν παρίστασαι, δεξιᾷ ζωηφόρῳ λαμπηδόσιν, οὐρανίοις ἀενάως, καταστραπτόμενος ἔνδοξε.

Μακαρίζω σε Πάναγνε, τὴν βροτοὺς ἀφαρπάσασαν, ἐκ βυθοῦ κακίας καὶ ἀπογνώσεως, ὑμνολογῶ σε Θεόνυμφε, τὴν ἀειμακάριστον, καὶ δοξάζω σου Σεμνή, τὴν ἀπόρρητον κύησιν, ὅτι ἔτεκες, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κατάρας, ἠλευθέρωσας Παρθένε, προγονικῆς τὸ ἀνθρώπινον.

Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι· Μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς προπάτορας.