Ἴθυνας τὴν ποίμνην, Χριστοῦ θείους πρὸς λιμένας, ἀβλαβῆ τηρήσας αὐτὴν χειμώνων ἐναντίων, ὡς πανάριστος Ἱεράρχης καὶ θείων Πάτερ, πληρωτὴς σοφὲ προστάξεων.
Ὡς ἱερουργὸς ἱερός, ὡς Μάρτυς γενναῖος, ὡς θαυματουργὸς θαυμαστός, ὡς θεῖος λογογράφος, ὡς τῆς πίστεως ἀδιάσειστος στῦλος, δόξης αἰωνίου Πάτερ ἔτυχες.
Σὲ ὡς θεῖον δῶρον Δωρόθεε ὁ τὰ δῶρα, ὡς Θεὸς παρέχων, πλουσίᾳ χρηστότητι τοῖς δεομένοις, εἰς πιστῶν ἐναργῆ σωτηρίαν, τῇ Ἐκκλησίᾳ ἐδωρήσατο.
Ἡ θεοφεγγὴς μνήμη σου ἀνέτειλε κόσμῳ, καταυγάζουσα πιστούς, ἀκτῖσι χαρισμάτων, ἣν δοξάζοντας κοινωνοὺς ἡμᾶς δεῖξον Πάτερ, τῆς ἐν σοὶ θείας λαμπρότητος.