Φωτιζόμενος τοῦ Πνεύματος τῇ χάριτι, ταῖς πρὸς τὸ θεῖον νεύσεσι, καὶ μεθέξεσι, φωτοβόλος γέγονας ἀστήρ, φωτίζων τοὺς ψάλλοντας Σοφέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἁγιώτατος ναὸς ἀγλαϊζόμενος, ταῖς ἐναρέτοις πράξεσι, σὺ γενόμενος ἐνοικοῦσαν ἔσχες ἱερῶς, ἐν σοὶ τὴν Τριάδα ἐκβοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νυσταγμὸν ἀπὸ βλεφάρων ἀπωσάμενος, ταῖς θείαις ἐγρηγόρσεσι, θείαν ἔλλαμψιν εἰσεδέξω, Ἄγγελον φωτός, καὶ στῦλον καὶ ἔρεισμα πιστῶν, καὶ Ἱεράρχην ἀποτελοῦσάν σε.