Πυξίον θείου Πνεύματος, θεομακάριστε ἐδείχθης, Πάτερ τὰ θεῖα δόγματα ἐγγεγραμμένα, φέρων ἐν γνώσει θεϊκῇ, ὧν τῇ ἀναπτύξει κατεφώτισας, τοὺς τῇ ἀγνωσίᾳ κινδυνεύοντας· διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι ἡμῖν πᾶσι τὸ μέγα ἔλεος.
Αἱμάτων θείοις ῥεύμασι, προσεπιχρώσας σου Ἱερωσύνης, στολὴν Δωρόθεε εἰσῆλθες, χαίρων εἰς τὸν οὐράνιον ναόν, νῦν ἐμφανισθῆναι τῷ Θεῷ ἡμῶν, νέμοντι στεφάνους ταῆς ἀθλήσεως, αὐτὸν καθικετεύων, ἅπασι δωρηθῆναι τὸ μέγα ἔλεος.
Ὁ βίος σου Ἰσάγγελος, ἡ μαρτυρία δὲ λελαμπρυσμένη, δι' ἧς ἠξίωσαι μετὰ Ἀγγέλων, περιχορεύειν ἐν χαρᾷ, θαύμασι τὴν γῆν Πάτερ Δωρόθεε, θείοις καταυγάζων καὶ διδάγμασι· διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι δοῦναι τὸ μέγα ἔλεος.