«Τὰ σύμπαντα Δέσποτα τῇ σῇ σοφίᾳ συνεστὴσω· γῆς δὲ πάλιν ἥδρασας, ὡς οἶδας τὸν πυθμένα, τῇ βάσει πηξάμενος ἐπὶ ὑδάτων· διὸ πάντες βοῶμεν ἀναμέλποντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον».
Θάνατον ὑπέμεινας, μόνε ἀθάνατε βουλήσει, ᾍδῃν ἠχμαλώτευσας, πύλας χαλκᾶς συνέτριψας βασιλεῦ οὐράνιε, καὶ ἀφεῖλες δεσμίους, ἀπ' αἰῶνος ἐκεῖσε χρηματίζοντας, ἀνυμνοῦντας ἀπαύστως, τὸ κράτος τῆς σῆς ἀγαθότητος.
Ὑψώθης μακρόθυμε, ἐθελουσίως ἐπὶ ξύλου, καὶ πέτραι ἐσχίσθησαν, καὶ ἥλιος ἐσβέσθη, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διερράγη, καὶ ἡ γῆ ἐσαλεύθη, καὶ ἐτρόμαξεν ὁ παγγέλαστος ᾍδῃς, καὶ πάντας δεσμίους ἀπέλυσε.
Ἐπέφανες Κύριε, τοῖς ἐν τῷ σκότει καθημένοις, φῶς ὑπάρχων ἄδυτον, καὶ ζωὴ τῶν ἁπάντων· διό σε ὡς ἔβλεψε, τῶν δικαίων ὁ δῆμος, ἀνεσκίρτησε Λόγε, καὶ ἀνεβόησεν· Ἦλθες πάντας δεσμῶν ἀπολῦσαι· ὑμνοῦμεν τὸ κράτος σου.
Πλησίον ἐκάθισας πηγῆς, ἐν ὥρᾳ Σῶτερ ἕκτῃ, καὶ τῇ Σαμαρείτιδι, ὕδωρ τὸ ζῶν παρέσχες καὶ γνώσεως νάματα, διὰ πολλὴν εὐσπλαγχνίαν, μεθ' ἧς πάντες βοῶμεν ἀναμέλποντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.