Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτόμον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.
Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν· δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.
Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα, αἰτεῖ ὕδωρ παρ' αὐτῆς ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζωῆς, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήσασι δεινῶς, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Ἀσπόρως συνέλαβες, καὶ ἐκύησας ἀφράστως, τὸν καθελόντα δυνάστας ἀπὸ θρόνων, καὶ ὑψοῦντα ταπεινούς, καὶ ἐγείροντα κέρας χριστῶν αὐτοῦ, δοξάζοντας Χριστοῦ τὸν Σταυρόν, καὶ τὴν Ταφήν, καὶ τὴν ἔνδοξον Ἀνάστασιν. Διό σε Θεοτόκε, τὴν πρόξενον τῶν τοσούτων ἀγαθῶν, ἀσιγήτοις ἐν ᾠδαῖς μακαρίζομεν, ὡς πρεσβεύουσαν ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κύριε ἀνελθὼν ἐν τῷ σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ ᾍδῃ, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ὁ ἐξ ἀνάρχου Πατρὸς Υἱὸς ἀχρόνως, διὰ συγκατάβασιν καὶ σωτηρίαν βροτῶν, Θεὸς ὢν ἄνθρωπος γέγονεν, ἵνα παράσχῃ, τῷ Πρωτοπλάστῳ νῦν τὸν Παράδεισον, ἅμα καὶ τὴν ἅπασαν φύσιν λυτρώσηται, ἐκ τῆς ἀπάτης τοῦ ὄφεως, καὶ τὴν εἰκόνα, πεσοῦσαν σώσῃ ὡς εὐδιάλλακτος· ὅθεν Μητέρα ἀπειργάσατο, νυμφοτόκον ἁγνήν, τὴν ἀμόλυντον, ἣν ὡς ἄγκυραν πάντες, τῶν ψυχῶν ἡμῶν κεκτήμεθα.
Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Σωματωθέντα τὸν κτίστην τῶν ἁπάντων, ἔσχες ἐν τῇ μήτρᾳ σου θεομακάριστε, ἀναμορφοῦντα τὸν ἄνθρωπον, τὸν πρὶν πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως· Θεὸν γάρ γεγέννηκας, σαρκὶ ἀφράστως ἡμῖν, καὶ τῆς φθορᾶς ἠλευθέρωσας, τὴν φύσιν πᾶσαν, παλαιωθεῖσαν διὰ τοῦ τόκου σου· διὸ ὑμνοῦμεν καὶ δοξάζομεν, σοῦ τὴν χάριν Παρθένε ἀνύμφευτε, δυσωποῦντες ῥυσθῆναι, διὰ σοῦ πάσης κολάσεως.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.
Ἵνα σου πᾶσι τὸ πλῆθος τοῦ ἐλέους, καὶ τῆς ἀγαθότητος ἀνακαλύψῃς ἡμῖν, τὸ ἀδιόριστον πέλαγος, τὰς ἁμαρτίας, τῶν οἰκετῶν σου πάσας ἐξάλειψον· ἔσχες γάρ πανάμωμε, ὡς Μήτηρ οὖσα Θεοῦ, τὴν ἐξουσίαν τῆς κτίσεως, καὶ διεξάγεις, πάντα ὡς θέλεις τῇ δυναστείᾳ σου· καὶ γὰρ ἡ χάρις, ἡ τοῦ Πνεύματος, τοῦ ἁγίου σαφῶς ἐνοικοῦσα ἐν σοί, συνεργεῖ σοι ἐν πᾶσιν, ἀενάως Παμμακάριστε.
Ὡς ὤφθης ἐπὶ γῆς, Χριστὲ ὁ Θεός, δι' ἄφατον οἰκονομίαν, ἀκούσασα ἡ Σαμαρεῖτις τοῦ λόγου σου τοῦ Φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ, καὶ ἔδραμε λέγουσα τοῖς ἐν τῇ πόλει· Δεῦτε, ἴδετε καρδιογνώστην· μήτι οὗτος ὑπάρχει ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.
Μεσούσης τῆς ἑορτῆς, διδάσκοντός σου Σωτὴρ ἔλεγον οἱ Ἰουδαῖοι· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, ὅτι σὺ εἶ ἡ σοφία ἡ κατασκευάσασα τὸν κόσμον· Δόξα σοι.