Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 5 Μαΐου 2013

ΠΟΡΦΥΡΑΝ ΕΞ ΑΙΜΑΤΟΣ

Πορφύραν ἐξ αἵματος λαμπράν, τοῦ οἰκείου Πάνσεμνε, περιθεμένη ἀνέδραμες, πρὸς ὃν ἐπόθησας, Βασιλέα Κτίστην, τοῦ παντὸς καὶ Κύριον, πρὸς τούτου τε τῆς νίκης τὸν στέφανον, ὄντως ἀπείληφας, σὺν αὐτῷ νῦν βασιλεύουσα, ὡς παρθένος, καὶ Μάρτυς πολύαθλος.

Πυρὸς καταφλέγοντος ὁρμήν, ἤνεγκας Πανεύφημε, ξέσεις τε πάσας τοῦ σώματος, ἐνατενίζουσα, πρὸς τὰς ἀντιδόσεις, τὰς ἐκεῖσε πάνσεμνε, ἃς μόνοις Ἰησοῦς προητοίμασε, τοῖς ἀγαπήσασι, καὶ θερμῶς αὐτὸν ποθήσασιν, ὡς νυμφίον, ψυχῶν ὡραιότατον.

Ἐθέλχθης τῷ ἔρωτι Χριστοῦ, καὶ θεοὺς ἐμίσησας, ἐθνῶν καὶ ἄψυχα ξόανα, Εἰρήνη ἔνδοξε, καὶ θεογνωσίας, στήλην ἐμφανέστατα, σαυτὴν τοῖς καθορῶσιν ἀνέστησας ὡς εναθλήσασα, καὶ τὸν δρόμον, τελειώσασα, καὶ τὴν πίστιν, ἄμωμον τηρήσασα.