Σήμερον χαίρει πιστῶν πληθὺς ἡ θεία· φαίνει γὰρ οὐράνιος Σταυρὸς ἐν πέρασι, λάμπει αἰθὴρ φῶς ἀπρόσιτον, ἀὴρ αὐγάζει, καὶ γῆς τὸ πρόσωπον ὡραΐζεται, μέλπει θείοις ᾄσμασιν ἡ Ἐκκλησία Χριστοῦ, σέβει τιμῶσα τὸν ἄνωθεν, αὐτὴν φρουροῦντα, Σταυρὸν τὸν θεῖον καὶ ὑπερθαύμαστον, οὗ τῇ δυνάμει κραταιούμενοι, τῷ Δεσπότῃ προσέλθωμεν κράζοντες, εἰρηνεῦσαι τὸν κόσμον, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Τιμιωτάτη ὡς κλῖμαξ καθωράθη, σήμερον ὁ πάντιμος Σταυρὸς καὶ ἔνδοξος, ἀπὸ τῆς γῆς πρὸς οὐράνια, μετάγων πίστει, τοὺς ἀδιστάκτῳ τοῦτον γεραίροντας· Χαίρει ἔθνη ἅπαντα, θερμῶς προστρέχοντα, τῷ βαπτισμῷ καὶ ἀγάλλεται καὶ Ἐκκλησίας, νυμφοστολεῖται μορφὴ ἡ ἔνθεος· ὃν γὰρ συγκρύπτειν ἐγκατέσπευδον, Ἰουδαῖοι ἐξ ὕψους αἰθέριος, καταυγάζει καὶ σῴζει, τοὺς πιστῶς αὐτῷ προστρέχοντας.
Ἀγαλλιάσθω ἡ κτίσις καὶ σκιρτάτω· σήμερον γὰρ ἤστραψε Σταυρὸς ἐν πέρασιν, ἐξ οὐρανοῦ τὰ ἐπίγεια, καταφωτίζων καὶ συνημμένα δεικνὺς τὰ ἄμικτα· Σήμερον συγχαίρουσι χοροῖς Ἀγγέλων βροτοί· τὸ γὰρ διεῖργον μεσότοιχον, Σταυρῷ ἠρμένον, εἰς ἓν τὰ πάντα σαφῶς συνήγαγεν· ὅθεν προλάμπων ὑπὲρ ἥλιον, πᾶσαν κτίσιν φαιδρύνει τῇ χάριτι, καὶ λαμπρύνει καὶ σῴζει, τοὺς πιστῶς αὐτὸν γεραίροντας.