Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 7 Μαΐου 2013

ΤΡΙΤΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Τῌ ΤΡΙΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Τῶν Ἁγίων ἐνδόξων νεοφανῶν καὶ θαυματουργῶν Ὁσιομαρτυρων Ῥαφαὴλ καὶ Νικολάου, καὶ τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης, τῶν ἐν Θερμῇ τῆς Λέσβου.
Τῇ Τρίτῃ τῆς Διακαινησίμου, μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἐνδόξων, νεοφανῶν καὶ θαυματουργῶν Ὁσιομαρτυρων Ῥαφαὴλ καὶ Νικολάου καὶ τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης καὶ τῶν σὺν αὐτοῖς μαρτυρησάντων ἐν ἔτει 1463, τῇ 9ῃ Ἀπριλίου, ἓν ᾗ συνέπεσεν ἡ παροῦσα ἡμέρα, ἐν τῇ ἀρχαίᾳ Μονῇ τῶν Καρυῶν, τῇ οὔσῃ παρὰ τῇ Θερμῇ ἐν τῇ νήσῳ Λέσβῳ, ἐν ἔτει δὲ 1959 θαυμαστῶς ἡμῖν φανερωθέντων.

Εἰς τοὺς Ἁγίους Ῥαφαὴλ καὶ Νικόλαον.
Ὡς φῶς ἡμῖν ὤφθησαν Ραφαὴλ μέγα
Ὁμοῦ καὶ Νικόλαος οἱ κεκρυμμένοι.

Εἰς τὴν Ἁγίαν Εἰρήνην.
Εἰρήνη ἀθλήσασα σὺν τοῖς τοκεῦσι
Ἡμῖν ἤδη ἔγνωσται θαύμασι ξένοις.

Εἰς τοὺς λοιποὺς ἀνωνύμους.
Καρυῶν ἀθλήσαντες Μονῇ τῇ πάλαι
Τῆς ἄνω ἐπέβητε Μάρτυρες δόξῃς.
Ταῖς τῶν σῶν Ἁγίων Μαρτύρων πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων σου τῶν Ἁγίων, ἐλέησον καὶ σῶσον ἡμάς. Ἀμήν.