Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 6 Μαΐου 2013

ΜΝΗΜΗ ΑΓΙΟΥ ΓΕΩΡΓΟΥ

Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ δικαίου καὶ πολυάθλου Προφήτου
Ἰώβ.
 Εἰ καὶ θανών, ἄληστος ἀνδρείας πέτρα,
 Καὶ πῶς Ἰὼβ κρύψει σε τῇ λήθης πέτρᾳ;
 Ἕκτῃ Ἰὼβ πολύτλαν θανάτου τέλος ἀμφεκάλυψε.
Τῇ αὐτῇ ἡµέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡµῶν Σεραφείµ, ἐν τῷ ὄρει
τοῦ Δομποῦ ἀσκήσαντος.
 Λιπὼν Σεραφεὶµ τὸν κάτω καὶ τοῖς ἄνω,
 Φλογοφόροις σύνεστι Σεραφεὶµ χῶρον.
 Ἤλατ' ἄημα ἔνθεν Σεραφεὶµ οὐρανίων ἐς πόλον.
Τῇ αὐτῇ ἡµέρᾳ οἱ ὅσιοι Μάμας, Παχώμιος καὶ Ἰαρίων ἐν εἰρήνῃ τελειοῦνται.
Ὁ ἅγιος µάρτυς Δημητρίων τοξευόμενος τελειοῦται.
Οἱ ἅγιοι µάρτυρες Δάναξ, Μέσιρος καὶ Θερινὸς ξίφει τελειοῦνται.
Ὁ ἅγιος µάρτυς Δονᾶτος τοξευόμενος τελειοῦται.
Ὁ ἅγιος µάρτυς Βάρβαρος ξίφει τελειοῦται.
Τελεῖται δὲ τῶν εἰρημένων ἁγίων ἡ σύναξις ἐν τῷ Μαρτυρείῳ αὐτῶν τῷ ὄντι ἐν τῷ
Δευτέρῳ.
Τῇ αὐτῇ ἡµέρᾳ, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ
Τροπαιοφόρου.
 Ἐχθροὺς ὁ τέμνων Γεώργιος ἐν µάχαις,
 Ἑκὼν παρ' ἐχθρῶν τέμνεται διὰ ξίφους.  Ἦρε Γεωργίου τρίτῃ εἰκάδι αὐχένα χαλκός.
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Δευτέρα τοῦ Πάσχα, αὐτὴν τὴν ζωηφόρον Ἀνάστασιν
ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ.
Χριστὸς κατελθὼν πρὸς πύλην ᾍδου µόνος
Λαβὼν ἀνῆλθε πολλὰ τῆς νίκης σκῦλα.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀµήν.