Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι' ἧς ἐλυτρώθημεν, τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν, κράζοντες· ὁ σταυρωθεὶς καὶ ταφεὶς καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.
Ἄγγελοι καὶ ἄνθρωποι Σωτήρ, τὴν σὴν ὑμνοῦσι τριήμερον Ἔγερσιν, δι' ἧς κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα, καὶ τῆς δουλείας τοῦ ἐχθροῦ πάντες ἐλυτρώθημεν, κράζοντες· Ζωοποιέ, παντοδύναμε Σωτήρ, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.
Πύλας χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς συνέθλασας Χριστὲ ὁ Θεός, καὶ γένος ἀνθρώπων, πεπτωκὸς ἀνέστησας· διὰ τοῦτο συμφώνως βοῶμεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε, δόξα σοι.
Δόξα...
Κύριε, ἡ ἐκ Πατρός σου γέννησις, ἄχρονος ὑπάρχει καὶ ἀΐδιος, ἡ ἐκ Παρθένου σάρκωσις, ἄφραστος ἀνθρώποις καὶ ἀνερμήνευτος, καὶ ἡ εἰς ᾍδου κάθοδος, φοβερὰ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ· θάνατον γὰρ πατήσας, τριήμερος ἀνέστης, ἀφθαρσίαν παρέχων ἀνθρώποις, καὶ τὸ μέγα ἔλεος.
Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι, εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.