Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 13 Φεβρουαρίου 2013

ΑΣΚΗΣΙΝ ΕΛΟΜΕΝΟΣ

Ἄσκησιν ἑλόμενος, καὶ κακουχίαν μακάριε, ἐν σπηλαίοις καὶ ὄρεσι, σαυτὸν ἀπεμάκρυνας, φυγαδεύων Πάτερ, καὶ ταῖς θεωρίαις, καὶ ἀναβάσεσι τὸν νοῦν, ἀποκαθαίρων, καὶ καλλυνόμενος, ἐντεῦθεν ἐχρημάτισας, θεῖον δοχεῖον τοῦ Πνεύματος, θεοφόρε πανόλβιε, μοναζόντων τὸ καύχημα.

Μάρτυς ἐθελούσιος, καὶ δικαστὴς καὶ κατήγορος, σεαυτοῦ ἐχρημάτισας· πυρὶ γὰρ φλεγόμενος, ἡδονῆς ἀτόπου, πυρὰν λαυροτάτην Πάτερ ἀνάψας σεαυτόν, μέσον εἰσῆξας κατακαιόμενος, ἡ δρόσος δὲ τοῦ Πνεύματος, ἐξ οὐρανοῦ σε ἀνέψυξε, καὶ τὸν σάλον τὸν ἄπειρον, εἰς γαλήνην μετήγαγε.

Μέσον κατεσκήνωσας, θαλάσσης Πάτερ τὰ κύματα, ἀποφεύγων τοῦ ὄφεως, κἀκεῖ δὲ σοι θήρατρα ὁ ἐχθρὸς προσάγει τὴν διασωθεῖσαν, ἐκ τρικυμίας χαλεπῆς, θηρσὶ δὲ αὖθις προσεποχούμενος, τῇ χέρσῳ προσεπέλασας, καὶ τὸν ἀγῶνα ἐτέλεσας, ξενιτεύων θλιβόμενος, θεοφόρε πανόλβιε.