«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Παντοδαπαῖς Πανεύφημε, τρικυμίαις κυκλούμενοι, καὶ ταῖς συμφοραῖς τοῦ βίου συνεχόμενοι, προστάτην ὀξύτατον, καὶ συνεργὸν γινώσκοντες, πάντες οἱ πιστοὶ σε, πρεσβευτὴν τῷ Δεσπότῃ, προσάγομεν βοῶντες· Μὴ ἐλλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν ἀνυμνούντων, τὴν πάνσεπτόν σου μνήμην.
Ἁμαρτιῶν ἁλύσεσι, δεδεμένος Πανόλβιε, καὶ ταῖς τῶν πταισμάτων μου σειραῖς πεδούμενος, προσφεύγω τῇ σκέπῃ σου, στεφανηφόρε λύσιν αἰτῶν, ἀλλ' ὡς θαυμαστήν, πρὸς τὸν τῶν ὅλων Δεσπότην, θεόφρον παρρησίαν, κεκτημένος δυσώπει, σωθῆναι τοὺς ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Μαρτυρικαῖς λαμπόμενος, ἀγλαΐαις πανεύφημε, ταῖς Ἀγγελικαῖς συνηριθμήθης τάξεσι, μεθ' ὧν ἀγαλλόμενος, καὶ συγχορεύων Μάρτυς ἀεί, θαυματοποιίαις, ἰαμάτων φαιδρύνεις, τοὺς πόθῳ σε τιμῶντας, καὶ πιστῶς, μελῳδοῦντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.