«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».
Ἀκτὶς καθάπερ φωτὸς ἐνήστραψε, σοῦ τῇ ψυχῇ τῆς χάριτος ὁ λόγος πανόλβιε, διὰ σοῦ δὲ πᾶσα ἡ γῆ πεπλήρωται, τούτου τῆς λαμπηδόνος, ἧς οἱ μετέχοντες, τὸν τῆς σῆς σοφίας θησαυρόν, Πάτερ θαυμάζομεν.
Τρισὶ προσώποις μονάδα φύσεως, τοῖς πατρικοῖς ἑπόμενος θεόφρον διδάγμασι, θεοφρόνως προσκυνεῖν ἐδίδαξας, σέβειν θεολογοῦντας, ἄκτιστον ἄναρχον, πᾶσι τοῖς πιστοῖς τὸν φωτισμὸν ἀναπηγάζουσαν.
Εὑρὼν τῶν πόνων τῶν σῶν τὰ ἔπαθλα, ἐν οὐρανοῖς ζωῆς ἀτελευτήτου λαβόμενος, τοῖς ὑμνοῦσι πάνσοφε τὴν μνήμην σου, αἴτησαι σωτηρίαν, μάκαρ Ἰσίδωρε, θρόνῳ τοῦ Σωτῆρος μέτ' Ἀγγέλων παριστάμενος.