«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».
Ἐννομώτατα Κυρίῳ παντοκράτορι, σὺ ἐλειτούργησας, δίκαιος ὡς ἀληθῶς, ἐν νόμῳ τε ἄμεμπτος Μάκαρ γενόμενος· ὅθεν ἔψαλλες, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ.
Ἡ χαρὰ τῶν θλιβομένων ἐπεδήμησεν, ἡ ἀπολύτρωσις, τοῦ Ἰσραὴλ ἀληθῶς, ὡράθη ὡς νήπιον ἐν τῷ ναῷ αὐτοῦ, ἀπολύων με, πρὸς τὴν ζωὴν τὴν μέλλουσαν, Συμεὼν ἐβόα χαίρων.
Διὰ σπλάγχνα οἰκτιρμῶν σου κεκμηκότα με, νόμου τῷ γράμματι, κατακαμφθέντα τε, τῷ γήρᾳ ἀπόλυσον Σῶτερ τὸν δοῦλόν σου, ὅτι εἶδόν σε, ὁ Συμεὼν ἐκραύγαζεν, ἐπὶ γῆς φοροῦντα σάρκα.