Νόμοις πειθαρχῶν τοῦ δι' ἡμᾶς, σάρκα ἐπὶ γῆς εἰληφότος, καὶ πάθος τίμιον, Μάρτυς ὑπομείναντος, θεομακάριστε, τὴν ἀγάπην ἐτήρησας, τὴν πρὸς τὸν πλησίον, νόμου τὸ κεφάλαιον, οὖσαν καὶ τῶν Προφητῶν· ὅθεν, καὶ μακάριον τέλος, εἴληφας πηγῇ τῆς ἀγάπης, νῦν ὦ Νικηφόρε παριστάμενος.
Κλίνεις τὸν αὐχένα τῷ Θεῷ, ᾧ τὰ πάντα κλίνει τὸ γόνυ, Μάρτυς θαυμάσιε, κάραν ἐκτεμνόμενος, καὶ χωριζόμενος, τοῦ γενναίου σου σώματος, Χριστῷ δὲ τῇ πάντων, κεφαλῇ ἑνούμενος, καθαρωτάτῳ νοΐ, οὗ νῦν τῷ φωτὶ πλησιάζων, αἴτησαι ἡμῖν Νικηφόρε, πᾶσι φωτισμὸν τοῖς εὐφημοῦσί σε.
Ῥείθροις τῶν αἱμάτων σου Σοφέ, τῶν ὑπὲρ Χριστοῦ κενωθέντων τὴν γῆν ἡγίασας, πνεύματι δὲ πνεύματα, ἐχαροποίησας, ἀσωμάτων Δυνάμεων, Μαρτύρων ἀγέλας, πάσας δὲ ἐφαίδρυνας, ταύταις ἑνούμενος, Μάκαρ ὡς γενναῖος ὁπλίτης, ὡς ἀκαταγώνιστος Μάρτυς, καὶ ὑπὲρ ἡμῶν Θεοῦ δεόμενος.