Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 6 Αυγούστου 2012

ΤΟΝ ΓΝΟΦΟΝ ΤΟΝ ΝΟΜΙΚΟΝ, Η ΦΩΤΕΙΝΗ ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ

Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ εἶ Θεὸς ἡμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων.

Σήμερον ὁ Χριστός, ἐν ὄρει Θαβωρίῳ, τὴν τοῦ Ἀδὰμ ἀμείψας, ἀμαυρωθεῖσαν φύσιν, λαμπρύνας ἐθεούργησεν.

Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

Φέγγει τῶν ἀρετῶν, ἐκλάμποντες προσβῶμεν, ἐν ὄρει τῷ ἁγίῳ, ὀψόμενοι τὴν θείαν, Κυρίου Μεταμόρφωσιν.

Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Ἥλιος μὲν τὴν γῆν, φαιδρύνων αὖθις δύνει, Χριστὸς δὲ μετὰ δόξης, ἀστράψας ἐν τῷ ὄρει, τὸν κόσμον κατεφώτισεν.

Εἶδον ἐν τῷ Θαβώρ, Μωσῆς τε καὶ Ἠλίας, τὸν ἐκ παρθένου Κόρης, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς ἀπολύτρωσιν.