Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 20 Ιουλίου 2012

ΤΗΝ ΠΑΡΑΔΟΞΩΣ ΘΕΟΘΕΝ ΣΟΙ

Τὴν παραδόξως θεόθεν σοι, σχεδιασθεῖσαν δυναμιν ἐνδεδυκώς, τροφῇ μιᾷ τεσσαρακονθήμερον, Ἠλιοὺ θεσπέσιε, τὴν δολιχὴν καταλέλυκας ὁδόν· διὸ ἐν Χωρὴβ χορεύων ἔψαλλες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Αὔρα πραεῖα ὑπέδειξε, καὶ λεπτοτάτη Κύριον σοι Ἠλιού, Θεῷ ζηλοῦντι παντοκράτορι, οὐχὶ πνεῦμα βίαιον, οὐ συσσεισμός, οὐδὲ πῦρ ἐκδειματοῦν· διὸ Ἰησοῦ τῷ πράῳ ψάλλομεν·Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοφανείας ἠξίωσαι, καὶ προφητείας ὥσπερ ὁ μέγας Μωσῆς, προφήτας χρίων διὰ Πνεύματος, Ἠλιοὺ θεσπέσιε καὶ βασιλεῖς, καὶ τῆς δόξης ἐν Θαβώρ, Χριστοῦ θεατής γενόμενος βοᾷς· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.